Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.287 | Dem. 18.291 (English) | >>Dem. 18.293 |
18.289λέγε δʼ αὐτῷ τουτὶ τὸ ἐπίγραμμα , ὃ δημοσίᾳ προείλεθʼ ἡ πόλις αὐτοῖς ἐπιγράψαι , ἵνʼ εἰδῇς , Αἰσχίνη , καὶ ἐν αὐτῷ τούτῳ σαυτὸν ἀγνώμονα καὶ συκοφάντην ὄντα καὶ μιαρόν . Λέγε .ἀκούεις , Αἰσχίνη , καὶ ἐν αὐτῷ τούτῳ “μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν ;” οὐ τῷ συμβούλῳ τὴν τοῦ κατορθοῦν τοὺς ἀγωνιζομένους ἀνέθηκεν δύναμιν , ἀλλὰ τοῖς θεοῖς . τί οὖν , ὦ κατάρατʼ , ἐμοὶ περὶ τούτων λοιδορεῖ , καὶ λέγεις ἃ σοὶ καὶ τοῖς σοῖς οἱ θεοὶ τρέψειαν εἰς κεφαλήν ;
πολλὰ τοίνυν , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ ἄλλα κατηγορηκότος αὐτοῦ καὶ κατεψευσμένου , μάλιστʼ ἐθαύμασα πάντων ὅτε τῶν συμβεβηκότων τότε τῇ πόλει μνησθεὶς οὐχ ὡς ἂν εὔνους καὶ δίκαιος πολίτης ἔσχε τὴν γνώμην οὐδʼ ἐδάκρυσεν , οὐδʼ ἔπαθεν τοιοῦτον οὐδὲν τῇ ψυχῇ , ἀλλʼ ἐπάρας τὴν φωνὴν καὶ γεγηθὼς καὶ λαρυγγίζων ᾤετο μὲν ἐμοῦ κατηγορεῖν δηλονότι , δεῖγμα δʼ ἐξέφερεν καθʼ ἑαυτοῦ ὅτι τοῖς γεγενημένοις ἀνιαροῖς οὐδὲν ὁμοίως ἔσχε τοῖς ἄλλοις .
ἘπίγραμμαInscription 18.290
οἵδε πάτρας ἕνεκα σφετέρας εἰς δῆριν ἔθεντο
ὅπλα ,καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν ·
†μαρνάμενοι δʼ ἀρετῆς καὶ δείματος †οὐκ ἐσάωσαν
ψυχάς ,ἀλλʼ Ἀΐδην κοινὸν ἔθεντο βραβῆ ,
οὕνεκεν Ἑλλήνων ,ὡς μὴ ζυγὸν αὐχένι θέντες
δουλοσύνης στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν .
γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντων
σώματʼ ,ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις ·
μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν
ἐν βιοτῇ ·μοῖραν δʼ οὔ τι φυγεῖν ἔπορεν .
18.291
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.287 | Dem. 18.291 (English) | >>Dem. 18.293 |